Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.326 Joseph. BJ 5.334 (English) >>Joseph. BJ 5.339

5.331

Αἱρεῖ δὲ Καῖσαρ ταύτῃ τὸ τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον, καὶ τῶν Ἰουδαίων φυγόντων ἀπʼ αὐτοῦ παρέρχεται μετὰ χιλίων ἔνδον ὁπλιτῶν καὶ τῶν περὶ αὐτὸν ἐπιλέκτων, καθὸ

-- --

καὶ τῆς καινῆς πόλεως ἐριοπώλιά τε ἦν καὶ χαλκεῖα καὶ ἱματίων ἀγορά, πρός τε τὸ τεῖχος πλάγιοι κατέτεινον οἱ στενωποί. 5.332εἰ μὲν οὖν τοῦ τείχους εὐθέως πλέον διέλυσεν πολέμου νόμῳ παρελθὼν ἐπόρθει τὸ ληφθέν, οὐκ ἂν οἶμαί τις ἐμίγη βλάβη τῷ κράτει. 5.333νῦν δὲ Ἰουδαίους μὲν ἐλπίσας δυσωπήσειν ἐξὸν κακοῦν τῷ μὴ θέλειν, πρὸς δʼ ἀναχώρησιν εὐμαρῆ τὴν εἰσβολὴν οὐκ ἐπλάτυνεν· οὐ γὰρ ἐπιβουλεύσειν οὓς εὐεργετεῖν ὑπελάμβανεν. 5.334παρελθὼν γοῦν οὔτε κτείνειν τινὰ τῶν καταλαμβανομένων ἐπέτρεψεν οὔτε ὑποπιμπράναι τὰς οἰκίας, ἀλλὰ τοῖς μὲν στασιασταῖς εἰ βούλοιντο μάχεσθαι δίχα τῆς τοῦ δήμου βλάβης ἄδειαν ἐξόδου, τῷ δήμῳ δὲ τὰς κτήσεις ὑπισχνεῖτο δώσειν· περὶ πλείστου γὰρ ἐποιεῖτο σῶσαι τὴν μὲν πόλιν αὑτῷ, τὸν δὲ ναὸν τῇ πόλει. 5.335τὸν μὲν οὖν λαὸν ἕτοιμον εἶχεν εἰς προύτρεπεν καὶ πάλαι, τοῖς μαχίμοις δʼ ἐδόκει τὸ φιλάνθρωπον ἀσθένεια, καὶ τὸν Τίτον ἀδυναμίᾳ τοῦ τὴν ἄλλην πόλιν ἑλεῖν ταῦτα προτείνειν ὑπελάμβανον. 5.336διαπειλοῦντες δὲ τοῖς δημόταις θάνατον, εἰ περὶ παραδόσεως μνησθείη τις αὐτῶν, καὶ τοὺς παραφθεγγομένους εἰρήνην ἀποσφάττοντες, ἐπιτίθενται καὶ τοῖς εἰσελθοῦσι Ῥωμαίων, οἱ μὲν κατὰ τοὺς στενωποὺς ὑπαντιάσαντες, οἱ δʼ ἀπὸ τῶν οἰκιῶν, ἄλλοι δʼ ἔξω τοῦ τείχους κατὰ τὰς ἄνω προπηδήσαντες πύλας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.326 Joseph. BJ 5.334 (English) >>Joseph. BJ 5.339

Powered by PhiloLogic